Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.119 Dem. 19.121 (English) >>Dem. 19.124

19.120καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς πεπεισμένʼ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

19.121πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδʼ τι μᾶλλον ἐπʼ αὐτοφώρῳ δεδωροδοκηκότʼ αὐτὸν καὶ πεπρακότα πάντʼ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετʼ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς. 19.122ἐγὼ μὲν δὴ παρελθὼν ἐξωμοσάμην εὐθέως, καὶ θορυβούντων τινῶν καὶ κελευόντων βαδίζειν οὐκ ἂν ἔφην ἐλθεῖν· οὗτος δʼ ἐκεχειροτόνητο. ἐπειδὴ δʼ ἀνέστη μετὰ ταῦθʼ ἐκκλησία, συνελθόντες ἐβουλεύονθʼ οὗτοι τίνʼ αὐτοῦ καταλείψουσιν. ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι καὶ λόγοι παντοδαποὶ κατὰ τὴν ἀγορὰν ἐγίγνοντο τότε·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.119 Dem. 19.121 (English) >>Dem. 19.124

Powered by PhiloLogic